Ancient Greek · ~2 min
Section 142
Aeschines, Περὶ τῆς παραπρεσβείας 142
Not analysed yet
εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δʼ ἐκώλυσα κατελθεῖν· νῦν δʼ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δʼ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. ὁ μὲν γὰρ Φάλαικος ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δʼ ἐμοῦ διεσώθησαν.