Ancient Greek · ~2 min
Section 15
Aeschines, Περὶ τῆς παραπρεσβείας 15
Not analysed yet
ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος ὁ Στρομβίχου υἱός. ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. παρελθόντες δʼ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλʼ οὐκ Αἰσχίνης. καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.