Ancient Greek · ~1 min
Section 16
Aeschines, Περὶ τῆς παραπρεσβείας 16
Not analysed yet
ὡς δʼ ἐπανήκων ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διά τινας ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλʼ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων, ἐνταῦθʼ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.