Ancient Greek · ~1 min
Section 166
Aeschines, Περὶ τῆς παραπρεσβείας 166
Not analysed yet
εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρʼ Ἀριστάρχου προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ γὰρ προσδέχεται δίκαιος ἔρως πονηρίαν. ταῦτʼ ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια.