Ancient Greek · ~2 min
Section 167
Aeschines, Περὶ τῆς παραπρεσβείας 167
Not analysed yet
ἐμνήσθη δέ που περὶ στρατείας, καὶ καλὸν στρατιώτην ἐμὲ ὠνόμασεν. ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύʼ ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας ἡμῶν μάρτυρας παρέξομαι·