Ancient Greek · ~2 min
Section 181
Aeschines, Περὶ τῆς παραπρεσβείας 181
Not analysed yet
τοὺς δʼ ἄλλους ἅπαντας, οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφʼ ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρʼ ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. οὐ γὰρ ὁ θάνατος δεινόν, ἀλλʼ ἡ περὶ τὴν τελευτὴν ὕβρις.