Ancient Greek · ~1 min
Section 182
Aeschines, Περὶ τῆς παραπρεσβείας 182
Not analysed yet
πῶς δὲ οὐκ οἰκτρὸν ἰδεῖν ἐχθροῦ πρόσωπον ἐπεγγελῶντος, καὶ τοῖς ὠσὶ τῶν ὀνειδῶν ἀκοῦσαι; ἀλλʼ ὅμως τετόλμηται· δέδοται τὸ σῶμα τῷ κινδύνῳ. παρʼ ὑμῖν ἐτράφην, ἐν ταῖς ὑμετέραις διατριβαῖς βεβίωκα. οὐδεὶς ὑμῶν διὰ τὰς ἐμὰς ἡδονὰς κάκιον οἰκεῖ, οὐδὲ ἐστέρηται τῆς πατρίδος κατηγόρου τυχών, ὅτʼ ἦσαν αἱ διαψηφίσεις, οὐδʼ ὑπεύθυνος ὢν ἀρχῆς ἐκινδύνευσεν.