Ancient Greek · ~2 min
Section 183
Aeschines, Περὶ τῆς παραπρεσβείας 183
Not analysed yet
μικρὰ δʼ ἔτι εἰπὼν ἤδη καταβαίνω. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ μὲν μηδὲν ἀδικεῖν ὑμᾶς κύριος ἦν, τοῦ δὲ μὴ ἔχειν αἰτίαν ἡ τύχη, ἣ συνεκλήρωσέ με ἀνθρώπῳ συκοφάντῃ καὶ βαρβάρῳ, ὃς οὔτε ἱερῶν οὔτε σπονδῶν οὔτε τραπέζης φροντίσας, ἀλλὰ τοὺς εἰς τὸν μέλλοντα αὑτῷ χρόνον ἀντεροῦντας ἐκφοβῶν, ἥκει ψευδῆ συντάξας καθʼ ἡμῶν κατηγορίαν. ἐὰν οὖν ἐθελήσητε σῴζειν τοὺς τῆς εἰρήνης καὶ τῆς ὑμετέρας ἀδείας συναγωνιστάς, πολλοὺς βοηθοὺς λήψεται τὸ τῆς πόλεως συμφέρον καὶ κινδυνεύειν ὑπὲρ ὑμῶν ἑτοίμους.