Ancient Greek · ~1 min
Section 25
Aeschines, Περὶ τῆς παραπρεσβείας 25
Not analysed yet
ἐπειδὴ γὰρ οἱ πρεσβύτεροι ταῖς ἡλικίαις ὑπὲρ τῆς πρεσβείας εἰρήκεσαν, καὶ καθῆκεν εἰς ἡμᾶς ὁ λόγος, τὰ μὲν καθʼ ἕκαστα τῶν ἐκεῖ ῥηθέντων ὑπʼ ἐμοῦ, καὶ τοὺς πρὸς ταῦτα Φιλίππου λόγους, ἐν τῷ δήμῳ σαφῶς ἀπήγγειλα πρὸς ἅπαντας Ἀθηναίους, νυνὶ δὲ πειράσομαι διὰ κεφαλαίων ὑμᾶς ὑπομιμνῄσκειν.