Ancient Greek · ~2 min
Section 26
Aeschines, Περὶ τῆς παραπρεσβείας 26
Not analysed yet
πρῶτον μὲν γὰρ πρὸς αὐτὸν διεξῆλθον τὴν πατρικὴν εὔνοιαν καὶ τὰς εὐεργεσίας ἃς ὑμεῖς ὑπήρξατε Ἀμύντα τῷ Φιλίππου πατρί, οὐδὲν παραλείπων, ἀλλʼ ἐφεξῆς ἅπαντα ὑπομιμνῄσκων, δεύτερον δὲ, ὧν αὐτὸς ἦν μάρτυς εὖ παθών. Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων, Εὐρυδίκης δὲ τῆς μητρὸς αὐτῶν προδεδομένης ὑπὸ τῶν δοκούντων εἶναι φίλων,