Ancient Greek · ~2 min
Section 27
Aeschines, Περὶ τῆς παραπρεσβείας 27
Not analysed yet
Παυσανίου δʼ ἐπὶ τὴν ἀρχὴν κατιόντος, φυγάδος μὲν ὄντος, τῷ καιρῷ δʼ ἰσχύοντος, πολλῶν δʼ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν καὶ Στρέψαν καὶ ἄλλʼ ἄττα χωρία, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπʼ Ἀμφίπολιν Ἰφικράτην, Ἀμφιπολιτῶν αὐτῶν ἐχόντων τότε τὴν πόλιν καὶ τὴν χώραν καρπουμένων.