Ancient Greek · ~2 min
Section 30
Aeschines, Περὶ τῆς παραπρεσβείας 30
Not analysed yet
καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην ὁ δῆμος ἀπέκτεινεν, οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ διʼ ἑτέρας αἰτίας. καὶ πάλιν οὐκ ὤκνουν κατʼ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ πρὸς τὴν πόλιν πολέμου.