Ancient Greek · ~2 min
Section 31
Aeschines, Περὶ τῆς παραπρεσβείας 31
Not analysed yet
καὶ πάντων ὧν εἴποιμι μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττέ τε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· ἃ δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλʼ ἐφʼ ἡμῶν γεγενημένα, καὶ τούτων ἐπεμνήσθην.