Ancient Greek · ~1 min
Section 35
Aeschines, Περὶ τῆς παραπρεσβείας 35
Not analysed yet
ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τι πεπονθέναι, ἀλλʼ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. ὁ δʼ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδʼ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας ταὐτὸν ἔπαθεν. ὡς δʼ ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευσεν.