Ancient Greek · ~1 min
Section 36
Aeschines, Περὶ τῆς παραπρεσβείας 36
Not analysed yet
ἐπειδὴ δʼ ἐφʼ ἡμῶν αὐτῶν ἐγενόμεθα, σφόδρα σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνου, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων διʼ ἣν ταῦτʼ εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι.