Ancient Greek · ~1 min
Section 37
Aeschines, Περὶ τῆς παραπρεσβείας 37
Not analysed yet
ἢ μέγα φρονεῖς, ἔφη, ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις; οὕτω γὰρ ἠρέθικας Φίλιππον καὶ τοιαῦτα εἴρηκας, ἐξ ὧν οὐκ εἰρήνη γένοιτʼ ἂν ἐκ πολέμου, ἀλλʼ ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος. ἀρχομένου δʼ ἐμοῦ πρὸς ταῦτα ἀντιλέγειν, ἐκάλουν ἡμᾶς οἱ ὑπηρέται.