Ancient Greek · ~1 min
Section 40
Aeschines, Περὶ τῆς παραπρεσβείας 40
Not analysed yet
ἀφορμώντων δʼ ἡμῶν οἴκαδε ἐκ τῆς πρεσβείας, ἐξαίφνης κατὰ τὴν ὁδὸν παραδόξως ὡς φιλανθρώπως πρὸς ἕκαστον διελέγετο. ὅ τι μὲν οὖν ποτʼ ἦν ὁ κέρκωψ ἢ τὸ καλούμενον παιπάλημα ἢ τὸ παλίμβολον ἢ τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδειν πρότερον· νυνὶ δʼ ἐξηγητὴν τοῦτον λαβὼν τῆς ἁπάσης κακοηθείας μεμάθηκα.