Ancient Greek · ~2 min
Section 41
Aeschines, Περὶ τῆς παραπρεσβείας 41
Not analysed yet
διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει, τῷ μὲν ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν· ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. συνδειπνούντων δʼ ἡμῶν ἁπάντων ἐν Λαρίσῃ, αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον.