Ancient Greek · ~1 min
Section 42
Aeschines, Περὶ τῆς παραπρεσβείας 42
Not analysed yet
συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς καὶ μνημονικῶς εἴποι πρὸς τὰ παρʼ ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος, ὡς ἐν τοσούτῳ χρόνῳ οὐ πώποθʼ οὕτως ἡδὺν οὐδʼ ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας ὁ Σίσοφος ὅδε τὰς χεῖρας,