Ancient Greek · ~3 min
Section 44
Aeschines, Περὶ τῆς παραπρεσβείας 44
Not analysed yet
μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε· τῶν δʼ ἐπὶ τοῦ βήματος παρʼ ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω· ἀλλʼ ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδʼ ἐκείνοις ὁμοίως παρακολουθήσετε. ἐὰν δʼ ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσεσθε ἐκ τῶν ὁμολογουμένων καὶ τἀντιλεγόμενα.