Ancient Greek · ~1 min
Section 45
Aeschines, Περὶ τῆς παραπρεσβείας 45
Not analysed yet
ὡς γὰρ δεῦρʼ ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης πρὸς τοὺς συμβουλευτάς, καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τῇ πίστει καὶ λέγοντες ἦσαν ἄξιοι τῆς πόλεως.