Ancient Greek · ~1 min
Section 47
Aeschines, Περὶ τῆς παραπρεσβείας 47
Not analysed yet
Ψήφισμα Μαρτυρίαι ἐπειδὴ τοίνυν ἀπηγγέλλομεν τὴν πρεσβείαν ἐν τῷ δήμῳ, εἶπε παρελθὼν πρῶτος ἡμῶν Κτησιφῶν ἄλλους τέ τινας λόγους καὶ τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ἐρεῖν, περί τε τῆς ἐντεύξεως τῆς Φιλίππου καὶ τῆς ἰδέας αὐτοῦ καὶ τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. καὶ μετὰ τοῦτον Φιλοκράτους εἰπόντος μικρὰ καὶ Δερκύλου, παρῆλθον ἐγώ.