Ancient Greek · ~1 min
Section 48
Aeschines, Περὶ τῆς παραπρεσβείας 48
Not analysed yet
ἐπειδὴ δὲ τὴν ἄλλην διεξῆλθον πρεσβείαν, ἀπήντησα καὶ πρὸς τὸν λόγον ὃν ἐν τοῖς συμπρέσβεσι διωμολογησάμην, εἰπὼν ὅτι καὶ μνημονικῶς καὶ δυνατῶς ὁ Φίλιππος εἴποι· καὶ τὴν δέησιν οὐκ ἐπελαθόμην τὴν Δημοσθένους, ὅτι ταχθείη λέγειν, ἐάν τι παραλίπωμεν ἡμεῖς, ὑπὲρ Ἀμφιπόλεως.