Ancient Greek · ~2 min
Section 49
Aeschines, Περὶ τῆς παραπρεσβείας 49
Not analysed yet
ἐφʼ ἅπασι δʼ ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ ἀποδεδεγμένον τοὺς παρʼ ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν· οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι.