Ancient Greek · ~2 min
Section 51
Aeschines, Περὶ τῆς παραπρεσβείας 51
Not analysed yet
θορυβησάντων δʼ ἐπʼ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, σκέψασθε δὲ ἔφη ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλʼ οὐκ ἐμοί, ἀλλʼ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη. ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δʼ οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής,