Ancient Greek · ~1 min
Section 52
Aeschines, Περὶ τῆς παραπρεσβείας 52
Not analysed yet
παρῆν δʼ ἡμῖν καὶ συνεπρέσβευε. μνημονικόν τις αὐτόν φησιν εἶναι· καὶ γὰρ ἕτεροι. πιεῖν δεινὸς ἦν· Φιλοκράτης ὁ μεθʼ ἡμῶν δεινότερος. λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως· ἀλλʼ οὔτʼ ἂν ὑμῖν ὁ ῥήτωρ οὗτος οὔτʼ ἂν ἐμοὶ λόγου μεταδοίη. ταυτὶ μὲν οὖν