Ancient Greek · ~2 min
Section 56
Aeschines, Περὶ τῆς παραπρεσβείας 56
Not analysed yet
Μαρτυρία τὴν μὲν τοίνυν κοινωνίαν τῶν περὶ τῆς εἰρήνης πράξεων οὐκ ἐμὴν καὶ Φιλοκράτους, ἀλλὰ Δημοσθένους καὶ Φιλοκράτους εὑρίσκετε, καὶ τὰς πίστεις τῶν εἰρημένων ἱκανὰς ὑμῖν οἶμαι παρεσχῆσθαι· τῶν μὲν γὰρ ἀπηγγελμένων ὑμεῖς ἐστέ μοι μάρτυρες, τῶν δʼ ἐν Μακεδονίᾳ ῥηθέντων καὶ τῶν κατὰ τὴν πορείαν ἡμῖν συμβάντων τοὺς συμπρέσβεις ὑμῖν μάρτυρας παρεσχόμην. τῆς δὲ ὑπὸ Δημοσθένους ἀρτίως εἰρημένης κατηγορίας ἠκούσατε καὶ μέμνησθε, ἧς τὴν ἀρχὴν ἐποιήσατο ἀπὸ τῆς δημηγορίας ἣν εἶπον ἐγὼ περὶ τῆς εἰρήνης.