Ancient Greek · ~1 min
Section 55
Aeschines, Περὶ τῆς παραπρεσβείας 55
Not analysed yet
Ψηφίσματα οὐ τοίνυν μόνον ταῦτα ἔγραψεν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐν τῇ βουλῇ θέαν εἰς τὰ Διονύσια κατανεῖμαι τοῖς πρέσβεσιν, ἐπειδὰν ἥκωσι, τοῖς Φιλίππου. λέγε καὶ τοῦτο τὸ ψήφισμα. Ψήφισμα ἀνάγνωθι δὴ καὶ τὴν τῶν συμπρέσβεων μαρτυρίαν, ἵνʼ εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Δημοσθένης οὐχ ὑπὲρ τῆς πόλεως εἰπεῖν δύναται, ἀλλʼ ἐπὶ τοὺς συσσίτους καὶ ὁμοσπόνδους μελετᾷ.