Ancient Greek · ~1 min
Section 58
Aeschines, Περὶ τῆς παραπρεσβείας 58
Not analysed yet
ἃς ἐξεπέμψατε εἰς τὴν Ἑλλάδα ἔτι τοῦ πολέμου τοῦ πρὸς Φίλιππον ὑμῖν ἐνεστηκότος, οἱ μὲν χρόνοι τῆς αἱρέσεως καὶ τὰ τῶν πρεσβευσάντων ὀνόματα ἐν τοῖς δημοσίοις ἀναγέγραπται γράμμασι, τὰ δὲ σώματά ἐστιν αὐτῶν οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ Ἀθήνησι· ταῖς δὲ ξενικαῖς πρεσβείαις ἡ βουλὴ τὰς εἰς τὸν δῆμον προσόδους προβουλεύει· οὗτος δʼ ἐφεστάναι τὰς ἀπὸ τῶν Ἑλλήνων φησὶ πρεσβείας.