Ancient Greek · ~2 min
Section 59
Aeschines, Περὶ τῆς παραπρεσβείας 59
Not analysed yet
παρελθὼν τοίνυν, Δημόσθενες, ἐπὶ τὸ βῆμα τοῦτο ἐν τῷ ἐμῷ λόγῳ, εἰπὲ πόλεως ἧστινος βούλει τῶν Ἑλληνίδων τοὔνομα ἐξ ἧς ἀφῖχθαι τότε φῂς τοὺς πρέσβεις· καὶ τὰ προβουλεύματα αὐτῶν ἐκ τοῦ βουλευτηρίου δὸς ἀναγνῶναι, καὶ τοὺς Ἀθηναίων κάλει πρέσβεις, οὓς ἐξέπεμψαν ἐπὶ τὰς πόλεις, μάρτυρας. κἂν παρεῖναι καὶ μὴ ἀποδημεῖν, ὅτε ἡ πόλις τὴν εἰρήνην ἐποιεῖτο, μαρτυρήσωσιν, ἢ τὰς πρὸς τὴν βουλὴν αὐτῶν προσόδους καὶ τὰ ψηφίσματα ἂν παράσχῃ ἐν ᾧ σὺ φῂς ὄντα χρόνῳ, καταβαίνω καὶ θανάτου τιμῶμαι.