Ancient Greek · ~2 min
Section 6
Aeschines, Περὶ τῆς παραπρεσβείας 6
Not analysed yet
παράδοξος δέ μοι κἀκεῖνος ὁ λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθʼ ὑμᾶς ἐπηρώτα, εἰ οἷόν τʼ ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἑαυτοῦ ἀδικεῖν τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δʼ ἀπογνῶναι. ἐγὼ δʼ ἐπʼ αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι· εἰ γὰρ ὁ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, ὅ γε ἀπογνοὺς καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.