Ancient Greek · ~1 min
Section 7
Aeschines, Περὶ τῆς παραπρεσβείας 7
Not analysed yet
περὶ δὲ τῆς ἄλλης κατηγορίας δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐάν τι παραλίπω καὶ μὴ μνησθῶ, ἐπερωτᾶν με καὶ δηλοῦν ὅ τι ἂν ποθῆτε ἀκοῦσαι, μηδὲν προκατεγνωκότας, ἀλλʼ ἴσῃ τῇ εὐνοίᾳ ἀκούοντας. ἀπορῶ δʼ ὁπόθεν χρὴ πρῶτον ἄρξασθαι, διὰ τὴν ἀνωμαλίαν τῆς κατηγορίας. σκέψασθε δʼ ἂν ὑμῖν εἰκός τι πρᾶγμα δόξω πάσχειν.