Ancient Greek · ~1 min
Section 62
Aeschines, Περὶ τῆς παραπρεσβείας 62
Not analysed yet
Ψήφισμα τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἀκηκόατε, ὑφʼ ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον κεκώλυκε περιμεῖναι, ὁ πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλʼ ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.