Ancient Greek · ~1 min
Section 63
Aeschines, Περὶ τῆς παραπρεσβείας 63
Not analysed yet
εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δʼ ὑστεραίᾳ πάλιν ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην φέρων, πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.