Ancient Greek · ~1 min
Section 65
Aeschines, Περὶ τῆς παραπρεσβείας 65
Not analysed yet
καί μοι λαβὲ τὸ ψήφισμα καὶ ἀνάγνωθι τὸ Δημοσθένους, ἐν ᾧ φαίνεται γεγραφώς, τῇ μὲν προτέρᾳ τῶν ἐκκλησιῶν συμβουλεύειν τὸν βουλόμενον, τῇ δʼ ὑστέρᾳ τοὺς προέδρους ἐπιψηφίζειν τὰς γνώμας, λόγον δὲ μὴ προτιθέναι, ἐν ᾗ μέ φησιν αὐτὸς Φιλοκράτει συνειπεῖν.