Ancient Greek · ~1 min
Section 64
Aeschines, Περὶ τῆς παραπρεσβείας 64
Not analysed yet
ὅτι δʼ οὐ ψευδῆ μόνον κατηγόρηκεν, ἀλλὰ καὶ ἀδύνατα γενέσθαι, μίαν μὲν αὐτὸς καθʼ αὑτοῦ μαρτυρίαν μαρτυρήσει, ἑτέραν δὲ πάντες Ἀθηναῖοι καὶ ὑμεῖς ἀναμιμνῃσκόμενοι, τρίτην δὲ ἡ τῆς αἰτίας ἀπιθανότης, τετάρτην δὲ ἀνὴρ ἀξιόλογος, εἷς τῶν πολιτευομένων, Ἀμύντωρ, ᾧ ψήφισμα ἐπεδείξατο Δημοσθένης καὶ ἀνεκοινοῦτο, εἰ δῷ τῷ γραμματεῖ, οὐχ ὑπεναντία, ἀλλὰ ταὐτὰ γεγραφὼς Φιλοκράτει.