Ancient Greek · ~1 min
Section 68
Aeschines, Περὶ τῆς παραπρεσβείας 68
Not analysed yet
ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα ἑαυτῷ, ἐφʼ ᾧ ἐπεγέγραπτο τὸ Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ τοῖς προέδροις ἐπιψηφίσαι, καὶ εἶναι, ἐφʼ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφʼ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.