Ancient Greek · ~1 min
Section 69
Aeschines, Περὶ τῆς παραπρεσβείας 69
Not analysed yet
Μαρτυρία τῆς μὲν μαρτυρίας ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι· σκοπεῖτε δὴ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, ἢ τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτʼ ἂν ἀποδραίην, οὔτʼ ἂν τῶν τότʼ εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτʼ αἰσχύνομαι ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι.