Ancient Greek · ~2 min
Section 78
Aeschines, Περὶ τῆς παραπρεσβείας 78
Not analysed yet
ἀτρόμητος γὰρ ὁ πατὴρ ὁ ἡμέτερος, ὃν σὺ λοιδορεῖς οὔτʼ εἰδὼς οὔτʼ ἐπιδὼν τῆς ἑαυτοῦ ἡλικίας ὅστις ἦν, καὶ ταῦτα, ὦ Δημόσθενες, ἐκ τῶν νομάδων Σκυθῶν τὸ πρὸς μητρὸς ὢν γένος, ἔφυγε μὲν ἐπὶ τῶν τριάκοντα, συγκατήγαγε δὲ τὸν δῆμον· καὶ ὁ τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, θεῖος δὲ ἡμέτερος, Κλεόβουλος ὁ Γλαύκου τοῦ Ἀχαρνέως υἱός, μετὰ Δημαινέτου τοῦ Βουζύγου συγκατεναυμάχησε Χείλωνα τὸν Λακεδαιμονίων ναύαρχον· ὥστε οἰκεῖά μοι καὶ συνήθη τὰ τῆς πόλεως ἀτυχήματα εἶναι τοῖς ὠσὶν ἀκούειν.