Ancient Greek · ~3 min
Section 79
Aeschines, Περὶ τῆς παραπρεσβείας 79
Not analysed yet
ἐπιτιμᾷς δέ μοι καὶ τὴν ἐν τοῖς μυρίοις ἐν Ἀρκαδίᾳ δημηγορίαν καὶ πρεσβείαν, καὶ μεταβεβλῆσθαί με φῄς, αὐτὸς ὢν ἀνδραποδώδης καὶ μόνον οὐκ ἐστιγμένος αὐτόμολος. ἐγὼ δʼ ἐν μὲν τῷ πολέμῳ συνίστην, καθʼ ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον· οὐδενὸς δʼ ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων ὅ τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δʼ ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθʼ ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων, ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχράν, ὁ οὐδὲ πώποθʼ ἁψάμενος ὅπλων, ἐγὼ δὲ ταύτην εἶναι πολλῷ φημι καλλίω τοῦ πολέμου.