Ancient Greek · ~1 min
Section 97
Aeschines, Περὶ τῆς παραπρεσβείας 97
Not analysed yet
πρῶτον μὲν γὰρ δέκα πρέσβεων ὄντων, ἑνδεκάτου δὲ τοῦ συμπεμφθέντος ἡμῖν ἀπὸ τῶν συμμάχων, οὐδεὶς αὐτῷ συσσιτεῖν, ὅτʼ ἐξῇμεν ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἤθελεν, οὐδὲ ἐν ταῖς ὁδοῖς, ὅπου δυνατὸν ἦν, εἰς ταὐτὸν πανδοκεῖον καταλύειν, ὁρῶντες αὐτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ πᾶσιν αὐτοῖς ἐπιβεβουλευκότα.