Ancient Greek · ~1 min
Section 98
Aeschines, Περὶ τῆς παραπρεσβείας 98
Not analysed yet
περὶ μὲν οὖν τῆς ἐπὶ Θρᾴκης ὁδοῦ οὐκ ἐγένετο μνεία· οὔτε γὰρ τὸ ψήφισμα τοῦθʼ ἡμῖν προσέταττεν, ἀλλʼ ἀπολαβεῖν μόνον τοὺς ὅρκους καὶ ἄλλʼ ἄττα, οὔτʼ ἐλθόντας πράττειν οὐδὲν ἐνεδέχετο, τῶν περὶ Κερσοβλέπτην ἤδη γεγενημένων, ὡς ἀρτίως ἠκούσατε, οὔθʼ οὗτος οὐδὲν ἀληθὲς εἶπεν, ἀλλὰ ψεύδεται καὶ κατηγορεῖν οὐδὲν ἀληθὲς ἔχων τερατεύεται.