Ancient Greek
119.10 to 120.3
Aeschylus, Fragmenta 119.10-120.3
Unproofread scanNot analysed yet
ἐρρωδιὸς γὰρ ὑψόθεν ποτώμενος ὄνθῳ σε πλήξει νηδύος χειλώμασιν· ἐκ τοῦδ’ ἄκανθα ποντίου βοσκήματος σήψει παλαιὸν δέρμα καὶ τριχορρυές. Schol. V Od. 1 134: οἱ νεώτεροι τὰ περὶ Τηλέγονον ἀνέπλασαν τὸν Κίρκης καὶ Ὀδυσσέως, ὃς δοκεῖ κατὰ ζήτησιν τοῦ πατρὸς εἰς Ἰθάκην ἐλθὼν ὑπ’ ἀγνοίας τὸν πατέρα διαχρήσασθαι τρυγόνος κέντρῳ. Αἰσχύλος δὲ ἐν Ψυχαγωγοῖς ἰδίως λέγει ‘ἐρρωδιὸς —τριχορ- σταθεροῦ χεύματος Phot. Lex. p. 534, 2: σταθερόν —τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς ‘σταθεροῦ χεύματοσ’. eadem Suidas v. σταθερόν, ubi χεύματος A, χρήματος ceteri. Δαῖρα Schol. Apoll. Rhod. 3, 847: ὅτι δὲ τὴν Δαῖραν Περσεφόνην καλοῦσι Τιμοσθένης ἐν τῷ Ἐξηγητικῷ συγκατατίθεται καὶ Αἰσχύλος ἐν Ψυχαγωγοῖς ἐμφαίνει, τὴν Περσεφόνην ἐκδεχόμενος Δαῖραν. cf. Hesych. 1 p. 455: Δαῖρα· ἡ αὐτὴ τῇ Δαείρᾳ.