Ancient Greek
120.5
Aeschylus, Fragmenta 120.5
Unproofread scanNot analysed yet
δρώπτειν ΨΤΧΟΣΤΑΣΙΑ Plutarchus de audiendis poetis c. 2 p. 17 A: ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου ‘ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀμιλλῆος, τὴν δ’ Ἕκτορος ἱπποδάμοιο· ἔλκε δὲ μέσσα λαβών· ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ· ᾤχετο δ’ εἰς Ἀίδαο, λίπεν δὲ ἑ Φοῖβος Ἀπόλλων’, τραγῳδίαν ὁ Αἰσχύλος ὅλην τῷ μύθῳ περιέθηκεν ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν Θέτιν, ἔνθεν δὲ τὴν Ἠώ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. Schol. A II. Θ 70 (cf. Eust. II. p. 699, 31): κῆρε —τὰς θανατηφόρους μοίρας λέγει· ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι τὰς ψυχάς, ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἔστιν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ξυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀμιλλέως ψυχήν. Schol. B ibid. :Πορφυρίου. πρὸς Αἰσχύλον Ψυχοστασίαν γράψαντα. Schol. BT II. X 209: κῆρας τὰς μοίρας λέγει, οὐ τὰς ψυχάς, ὡς ἐξεδέξατο φαύλως Αἰσχύλος (ὡς ἐξεδέχετο Αἰσχύλος T). Eust. II. p. 1266, 37: φασὶ δὲ οἱ παλαιοὶ ἐκ τούτου τοῦ χωρίου πεπλάσθαι —τὴν Ψυχοστασίαν τῷ Αἰσχύλῳ κῆρε