Ancient Greek
44.3
Aeschylus, Fragmenta 44.3
Unproofread scanNot analysed yet
Εὐβοΐδα καμπὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατ’ αὐτὸν τύμβον ἀθλίου Λίχα ἔστι δὲ καὶ ἅπασα μὲν ἡ Εὔβοια εὔσειστος, μάλιστα δ’ ἡ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ ἡ Βοιωτία —. ὑπὸ τοιοῦδε πάθους καὶ ἡ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ ποντίῳ Γλαύκῳ ‘Εὐβοΐδα —Λίχα‘. v. 1 καμπὴν] καμπτὴν Bkl, κάμπτων coni. Meineke Vind. Strab. p. 166. ‘si καμπτὴν meliore niteretur auctoritate, suspicari posses Εὔβοια καμπτὴν etc. ‘Cramer. v. 2 αὐτὸν] αὐτὴν CDhis.