Ancient Greek
44.5
Aeschylus, Fragmenta 44.5
Unproofread scanNot analysed yet
κἄπειτ’ Ἀθήνας Διάδας παρεκπερῶν καλοῖσι λουτροῖς ἐκλελουμένος δέμας εἰς ὑψίκρημνον Ἱμέραν δ’ ἀφικόμην· 11 ΒΑΣΣΑΡΑΙ ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ Pausanias 9, 22, 7: τούτων τε δή ἐστι τῇ Ἀνθηδόνι μνήματα καὶ ἐπὶ τῇ θαλάσσῃ καλούμενον Γλαύκου πήδημα. εἶναι δὲ αὐτὸν ἁλιέα, καὶ ἐπεὶ τῆς πόας ἔφαγε δαίμονα ἐν θαλάσσῃ γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε προλέγειν, οἵ τε ἄλλοι πιστὰ ἥγηνται καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα ἀνθρώπων ἐς τὴν Γλαῦκον μαντικὴν κατὰ ἔτος ἕκαστον λέγουσι. Πινδάρῳ δὲ καὶ Αἰσχύλῳ πυνθανομένοις παρὰ Ἀνθηδονίων, τῷ μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ᾤετο τὰ ἐς Γλαῦκον, Αἰσχύλῳ δὲ καὶ ἐς ποίησιν δράματος ἐξήρκεσεν. Pontium Glaucum Cicero adolescentulus scripsit teste Plut. V. Cie. c. 2: καί τι καὶ ποιημάτιον ἔτι παιδὸς αὐτοῦ διασῴζεται, Πόντιος Γλαῦκος, ἐν τετραμέτρῳ πεποιημένον. Hermann huc refert fr. 402, nec dubito quin huius fabulae sit fr. 284.