Ancient Greek
70.3
Aeschylus, Fragmenta 70.3
Unproofread scanNot analysed yet
ΚΡΗΣΣΑΙ λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχήμοις καὶ μιλτοπρέποις βρίθεται ταὐτοῦ χρόνου. An. Il p. 51, D: μόρα δὲ τὰ συκάμινα καὶ παρ’ Αἰσχύλῳ ἐν Φρυξίν —ἐν δὲ Κρήσσαις [καὶ τὰ τῆς βάτου] ‘λευκοῖς —χρόνου’. Eust. Il. p. 1254, 25: Αἰσχύλος (immo Eur. Phoen. 372) ‘πέπλους μελαγχήμουσ’ φησίν· ‘ἕτερος δέ τις μελάγχημα συκάμινα ἐν τῷ ‘λευκοῖς —μελαγχήμοισ’, ὅ πέρ ἐστι μέλασι, ‘καὶ μιλτοπρέπτοισ’ ἤγουν ἐρυθροῖς ‘βρίθεται ταὐτοῦ χροιᾶ’. Pollux 6, 46: συκάμινα· ταῦτα δὲ καὶ μόρα Αἰσχύλος ὠνόμασεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς βάτου. v. 2 μιλτοπρέπτοις Eust. ,μιλτοπρέποις Ath. βρίθεται fortasse spectat Hesych. 1 p. 399: βρίθεται· βαρύνεται καρπῷ. χρόνου] χροιᾶ Eust.