Ancient Greek
70.7 to 71.2
Aeschylus, Fragmenta 70.7-71.2
Unproofread scanNot analysed yet
αὐτορέγμονος πότμου πισσοκωνήτῳ πυρί Phot. Lex. p. 430, 24: πισσοκωνήτῳ πυρί· τῷ εὐκαύτῳ, ἐπεὶ τὰ καιόμενα πυρὶ χρίεται. Αἰσχύλος Κρήσσαις. Hesych. 3 p. 337: πισσοκωνήτῳ (πισσοκωνήτω cod.) πυρί· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. κωνῆσαι δέ ἐστι τὸ περιενεγκεῖν. ibid. 2 p. 564: κωνῆσαι 〈κωνεῖσαι cod. 〉πισσοκοπῆσαι (πισσοκωνῆσαι coni. Salmasius, πίσσῃ καταχρῖσαι malim) καὶ κύκλῳ περιενεγκεῖν. καὶ πισσοκώνητον (πισσοκώνιτον cod.) μόρον λέγουσιν, ὅταν πίσσῃ καταχρισθέντες τινὲς ὑπὸ πυρὸς ἐποθάνωσαν. Αἰσχύλος Κρήσσαις καὶ Κρατῖνος (Αἰσχύλος καὶ Κρατῖνος κρήσαις codex, corr. Alberti). ἀτόπαστον Hesych. 1 p. 315: ἀτόπαστον (ἀτόπλαστον cod.) :ἀνείκαστον. τοπάζειν γὰρ τὸ εἰκάζειν, καὶ τὸ ὑποτοπῆσαι (ὑπὸ τὸ πονῆσαι cod.) δὲ ἐνθένδε λέγεται. Αἰσχύλος Κρήσσαις.