Ancient Greek
76.2
Aeschylus, Fragmenta 76.2
Unproofread scanNot analysed yet
σέβας δὲ μηρῶν ἐγνὸν οὐκ ἐπῃδέσω, ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων. Ath. XIII p. 602 E de puerorum amore disserens: Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μὲν ἐν Μυρμιδόσι ‘σέβας—φιλημάτων‘, ὃ δ’ ἐν Κολχίσι κτέ. Plut. Amator. c. 5 p. 751 C: πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα ‘σέβας—φιλημάτων‘. v. 2 sine poetae et fab. nom. habet Plutarchus de adul. et amico c. 19 p. 61 A. locum respicit Athenaeus XIII p. 601 A: καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὃ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον, ὃ δ’ ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων. item Plat. Sympos. p. 180 A: Αἰσχύλος δὲ φλυαρεῖ φάσκων Ἀχιλλέα Πατρόκλου ἐρᾶν, ὃς ἦν καλλίαν οὐ μόνον Πατρόκλου, ἀλλὰ καὶ τῶν ἡρώων ἁπάντων καὶ ἔτι ἀγένειος, ἔπειτα νεώτερος πολύ, ὡς φησὶν Ὅμηρος. v. 1 ἅγιον Ath. ,om. Plut. ,ἐγνὸν Canter. οὐκ ἐπῃδέσω Athen. ,οὐ κατῃδέσω Plut. v. 2 πυκνῶν] πικρῶν Plut. p. 751.