Ancient Greek
76.5 to 77.1
Aeschylus, Fragmenta 76.5-77.1
Unproofread scanNot analysed yet
μηρῶν τε τῶν σῶν εὐσεβὴς ὁμιλία καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτ’ ἐμοὶ τάδε Aneed. Bekk. p. 321, 22 et Suidas: ἀβδέλυκτα—ἃ οὐκ ἄν τις βδελυγθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρ‐ Ἀντίλοχ’, ἀποίμωξόν με τοῦ τεθνηκότος τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται. ὧδ’ ἐστὶ μύθων τῶν Λιβυστικῶν κλέος, πληγέντ’ ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος· τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὐτῶν πτεροῖς ἁλισκόμεσθα.